Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.50 Joseph. BJ 4.58 (English) >>Joseph. BJ 4.65

4.55οὗ τὸ μὲν ὕψος ἐπὶ τριάκοντα σταδίους ἀνίσχει, μόλις προσβατὸν κατὰ τὸ προσάρκτιον κλίμα, πεδίον δʼ ἐστὶν κορυφὴ σταδίων ἓξ καὶ εἴκοσι, πᾶν τετειχισμένον. 4.56ἤγειρε δὲ τοσοῦτον ὄντα τὸν περίβολον Ἰώσηπος ἐν τεσσαράκοντα ἡμέραις τῇ τε ἄλλῃ χορηγούμενος ὕλῃ κάτωθεν καὶ ὕδατι· καὶ γὰρ τοῖς ἐποίκοις μόνον ἦν ὄμβριον. 4.57πολλοῦ οὖν πλήθους ἐπὶ τοῦτο συνειλεγμένου Οὐεσπασιανὸς Πλάκιδον σὺν ἱππεῦσιν ἑξακοσίοις πέμπει. 4.58τούτῳ τὸ μὲν προσβαίνειν ἀμήχανον ἦν, ἐλπίδι δὲ δεξιῶν καὶ παρακλήσεως πρὸς εἰρήνην τοὺς πολλοὺς προεκαλεῖτο. 4.59κατῄεσαν δὲ ἀντεπιβουλεύοντες· τε γὰρ Πλάκιδος ὡμίλει πρᾳότερον σπουδάζων αὐτοὺς ἐν τῷ πεδίῳ λαβεῖν, κἀκεῖνοι κατῄεσαν ὡς πειθόμενοι δῆθεν, ἵνα ἀφυλάκτῳ προσπέσωσιν. 4.60ἐνίκα μέντοι τὸ Πλακίδου πανοῦργον· ἀρξαμένων γὰρ τῶν Ἰουδαίων μάχης φυγὴν ὑπεκρίνετο καὶ διώκοντας ἑλκύσας ἐπὶ πολὺ τοῦ πεδίου τοὺς ἱππεῖς ἐπιστρέφει, τρεψάμενος δὲ πλείστους μὲν αὐτῶν ἀναιρεῖ, τὸ δὲ λοιπὸν πλῆθος ὑποτεμόμενος εἴργει τῆς ἀνόδου. 4.61καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δʼ αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδῳ παρέδοσαν. 4.62

Τῶν δʼ ἐπὶ τῆς Γαμάλας οἱ παραβολώτεροι μὲν φεύγοντες διελάνθανον, οἱ δʼ ἀσθενεῖς διεφθείροντο λιμῷ·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.50 Joseph. BJ 4.58 (English) >>Joseph. BJ 4.65

Powered by PhiloLogic